71
0185-0254 - Origenes - Scholia in Lucam This text belongs to the Thesaurus Linguae Graecae (TLG ® ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant © Copyright. On May 15, 2008, Prof. M. Pantelia, the Director of the Center, has expressly authorized www.documentacatholicaomnia.eu to post it into our site. Cooperatorum Veritatis Societas thanks the prof. Pantelia, the Center, and the University of California, Irvine, of having granted the opportunity to make publicly available this text of high quality, serial number '2042 078 '. Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances. Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas. Scholia in Lucam [00001] ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. [00002] [17.312] ΚΕΦ. Αʹ. [00003] Στίχ. αʹ. [00004] Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ἀνατάξα σθαι διήγησιν περὶ τῶν πεπληροφορηµένων ἡµῖν πραγµάτων. [00005] Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρηµα, ἄνθρωπον ὄντα, Θεοῦ διδασκαλίαν καὶ ῥήµατα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιµίῳ. [00006] Ὥσπερ δὲ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς µὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται· [00007] καὶ ἦν χάρισµα διάκρισις πνευµάτων, ἀφ' οὗ χαρίσµατος ἐκρίνετο ἀληθὴς προφήτης καὶ ψευδοπροφήτης· [00008] οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ, τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γρά ψαι. [00009] Ἀλλ' οἱ δόκιµοι τραπεζῖται οὐ πάντα ἔκριναν, ἀλλά τινα ἐξ αὐτῶν ἐξελέξαντο. [00010] Τάχα δὲ καὶ τὸ, ἐπεχείρησαν, λεληθυῖαν ἔχει κατηγορίαν τῶν προ πετῶς καὶ χωρὶς χαρίσµατος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων. [00011] Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν, ἀλλ' ἔγραψεν ἐξ ἁγίου κινούµενος Πνεύ µατος· [00012] ὁµοίως καὶ Μάρκος, καὶ Ἰωάννης παραπλη σίως, καὶ Λουκᾶς. [00013] Τὸ µέντοι ἐπιγεγραµµένον κατὰ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραµµένον τῶν δώδεκα Εὐαγγέλιον, οἱ συγγράψαντες ἐπεχείρησαν. [00014] Φέρεται δὲ καὶ τὸ κατὰ Θωµᾶν Εὐαγγέλιον. [00015] Ἤδη δὲ ἐτόλµησε καὶ Βασιλείδης συγγράψαι κατὰ Βασιλεί δην Εὐαγγέλιον. [00016] Πολλοὶ µὲν οὖν ἐπεχείρησαν καὶ τὸ κατὰ Ματθίαν, καὶ ἄλλα πλείονα. [00017] Ἀλλὰ τὰ τέσσαρα µόνα προκρίνει τοῦ Θεοῦ Ἐκκλησία. [00018] Οὐχ ἁπλῶς δὲ εἶπε πεπιστευµένων, ἀλλὰ πεπληροφορηµένων, τὸ ἀπαράβατον τοῖς λεγοµένοις µαρτυρῶν. [00019] Πραγµάτων δὲ εἶπεν, ἀναιρῶν τὴν αἵρεσιν τῶν κατὰ φαντασίαν λεγόντων τὰ διὰ τοῦ Σωτῆρος γεγενῆσθαι, καὶ τὴν σάρκωσιν αὐτοῦ. [00020] Περὶ τῶν πεπληροφορηµένων δὲ εἰπὼν, τὴν διάθεσιν αὐτοῦ ἐµφαίνει. [00021] Πεπληροφόρητο γὰρ, καὶ οὐδὲν ἐδίσταζε, πότερον οὕτως ἔχει, οὔ. [00022] Ὅτι δὲ παρὰ τῶν αὐτοψίᾳ θεασαµένων καὶ αὐτ ηκόων παρέλαβε, σαφῶς ὡµολόγησεν εἰπών· [00023] Καθὼς παρέδοσαν ἡµῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπ ηρέται γενόµενοι τοῦ Λόγου. [00024] ∆ιαβεβαιοῦται δὲ, ὅτι ἄνωθεν παρηκολούθησεν, οὔ τισι τῶν εἰρηµένων, ἀλλὰ πᾶσι. [00025] Εἰκὸς δὲ ὑπολαµβάνειν τινὰς, ὅτι Θεοφίλῳ τινὶ [17.313] ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτως ζέων τῷ πνεύµατι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους· [00026] ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόµενα. [00027] Ἄλλος δέ φη σιν· [00028] Ὅτι ἐὰν πάντες τοιοῦτοι ὦµεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσµεν. Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia" 1/71

Cooperatorum Veritatis Societas Excerpta ex Documenta …_O... · 2008. 6. 2. · 0185-0254 - Origenes - Scholia in Lucam

  • Upload
    others

  • View
    6

  • Download
    0

Embed Size (px)

Citation preview

  • 0185-0254 - Origenes - Scholia in Lucam

    This text belongs to the Thesaurus Linguae Graecae (TLG®), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant ©Copyright.

    On May 15, 2008, Prof. M. Pantelia, the Director of the Center, has expressly authorized www.documentacatholicaomnia.eu to post it into our site.

    Cooperatorum Veritatis Societas thanks the prof. Pantelia, the Center, and the University of California, Irvine, of having granted the opportunity to make publicly available this text of high quality,

    serial number '2042 078 '.

    Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances. Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

    Scholia in Lucam

    [00001] ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ.

    [00002] [17.312] ΚΕΦ. Αʹ.

    [00003] Στίχ. αʹ.

    [00004] Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ἀνατάξα σθαι διήγησιν περὶ τῶν πεπληροφορηµένων ἡµῖν πραγµάτων.

    [00005] Ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρηµα, ἄνθρωπον ὄντα, Θεοῦ διδασκαλίαν καὶ ῥήµατα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιµίῳ.

    [00006] Ὥσπερ δὲ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς µὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται·

    [00007] καὶ ἦν χάρισµα διάκρισις πνευµάτων, ἀφ' οὗ χαρίσµατος ἐκρίνετο ὁ ἀληθὴς προφήτης καὶ ὁ ψευδοπροφήτης·

    [00008] οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ, τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γρά ψαι.

    [00009] Ἀλλ' οἱ δόκιµοι τραπεζῖται οὐ πάντα ἔκριναν, ἀλλά τινα ἐξ αὐτῶν ἐξελέξαντο.

    [00010] Τάχα δὲ καὶ τὸ, ἐπεχείρησαν, λεληθυῖαν ἔχει κατηγορίαν τῶν προ πετῶς καὶ χωρὶς χαρίσµατος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων.

    [00011] Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν, ἀλλ' ἔγραψεν ἐξ ἁγίου κινούµενος Πνεύ µατος·

    [00012] ὁµοίως καὶ Μάρκος, καὶ Ἰωάννης παραπλη σίως, καὶ Λουκᾶς.

    [00013] Τὸ µέντοι ἐπιγεγραµµένον κατὰ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραµµένον τῶν δώδεκα Εὐαγγέλιον, οἱ συγγράψαντες ἐπεχείρησαν.

    [00014] Φέρεται δὲ καὶ τὸ κατὰ Θωµᾶν Εὐαγγέλιον.

    [00015] Ἤδη δὲ ἐτόλµησε καὶ Βασιλείδης συγγράψαι κατὰ Βασιλεί δην Εὐαγγέλιον.

    [00016] Πολλοὶ µὲν οὖν ἐπεχείρησαν καὶ τὸ κατὰ Ματθίαν, καὶ ἄλλα πλείονα.

    [00017] Ἀλλὰ τὰ τέσσαρα µόνα προκρίνει ἡ τοῦ Θεοῦ Ἐκκλησία.

    [00018] Οὐχ ἁπλῶς δὲ εἶπε πεπιστευµένων, ἀλλὰ πεπληροφορηµένων, τὸ ἀπαράβατον τοῖς λεγοµένοις µαρτυρῶν.

    [00019] Πραγµάτων δὲ εἶπεν, ἀναιρῶν τὴν αἵρεσιν τῶν κατὰ φαντασίαν λεγόντων τὰ διὰ τοῦ Σωτῆρος γεγενῆσθαι, καὶ τὴν σάρκωσιν αὐτοῦ.

    [00020] Περὶ τῶν πεπληροφορηµένων δὲ εἰπὼν, τὴν διάθεσιν αὐτοῦ ἐµφαίνει.

    [00021] Πεπληροφόρητο γὰρ, καὶ οὐδὲν ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὔ.

    [00022] Ὅτι δὲ παρὰ τῶν αὐτοψίᾳ θεασαµένων καὶ αὐτ ηκόων παρέλαβε, σαφῶς ὡµολόγησεν εἰπών·

    [00023] Καθὼς παρέδοσαν ἡµῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπ ηρέται γενόµενοι τοῦ Λόγου.

    [00024] ∆ιαβεβαιοῦται δὲ, ὅτι ἄνωθεν παρηκολούθησεν, οὔ τισι τῶν εἰρηµένων, ἀλλὰ πᾶσι.

    [00025] Εἰκὸς δὲ ὑπολαµβάνειν τινὰς, ὅτι Θεοφίλῳ τινὶ [17.313] ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτως ζέων τῷ πνεύµατι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξεις τε καὶ λόγους·

    [00026] ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόµενα.

    [00027] Ἄλλος δέ φη σιν·

    [00028] Ὅτι ἐὰν πάντες τοιοῦτοι ὦµεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσµεν.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    1/71

    http://www.tlg.uci.edu/http://www.uci.edu/mailto:[email protected]://www.documentacatholicaomnia.eu/70_Auctorum_Lexica_Propria_Seu_'Concordances'.html

  • [00029] Οὐκ ἂν δέ τις εἴη Θεόφιλος ἀσθενής·

    [00030] πᾶς γὰρ Θεόφιλος κρά τιστός ἐστιν ἔχων τὸ κράτος καὶ τὴν δύναµιν τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ, καὶ οὕτως ἐπιγνώσε ται εἰς τὴν περὶ ὧν κατηχήθη λόγων ἀσφάλειαν.

    [00031] Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράµµασιν ἐντυγχάνων ἀσφαλέστερον τὴν πίστιν διατηρῇ.

    [00032] Ἐν τῇ Ἐξόδῳ γέγραπται, Ὅτι ὁ λαὸς ἑώρακε τὴν φωνὴν τοῦ Κυρίου, καίτοιγε φωνὴ οὐ βλέπεται, ἀλλ' ἀκούεται·

    [00033] ἵνα δηλωθῇ παραδόξως, ὅτι ἡ τοῦ Θεοῦ φωνὴ βλέπεται οἷς βλέπεται.

    [00034] Ἐν δὲ τῷ Εὐαγγελίῳ οὐχ ἡ φωνὴ βλέπεται, ἀλλ' ὁ κρείτ των τῆς φωνῆς Λόγος.

    [00035] ∆ιὰ τοῦτο, Καθὼς παρέδοσαν ἡµῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενό µενοι τοῦ Λόγου.

    [00036] Εἰ γὰρ τὸ ἑωρακέναι τὸν Κύριον κατὰ σῶµα αὐτόπτην τούτου γενέσθαι ἦν·

    [00037] καὶ Πιλά τος αὐτόπτης ἦν τοῦ Λόγου, καταδικάζων αὐτὸν, καὶ Ἰούδας ὁ προδότης, καὶ πάντες οἱ λέγοντες·

    [00038] Σταύ ρωσον, σταύρωσον αὐτόν.

    [00039] Τὸ οὖν εἰδέναι τὸν Λό γον ἐκεῖ ἐνοεῖτο, ὅπου ἔλεγεν ὁ Σωτήρ·

    [00040] Ὁ ἑωρακὼς ἐµὲ, ἑώρακε τὸν Πατέρα, τὸν πέµψαντά µε.

    [00041] Καὶ λεληθότως δὲ καλὸν µάθηµα διδάσκει ἡµᾶς ὁ Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν µὲν θεωρηµάτων τὸ τέλος ἡ θεω ρία ἐστί·

    [00042] τινῶν δὲ θεωρηµάτων τὸ τέλος ἡ πρᾶξίς ἐστι.

    [00043] ∆ιὰ γὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέται, τὸ πραγµατικόν.

    [00044] ∆ύνασαι δὲ καὶ ἑτέρως ἐκλαβεῖν τὸ, ὑπηρέται γενόµενοι τοῦ Λό γου·

    [00045] ἤτοι τοῦ διδασκαλικοῦ λόγου, ὃν παρεδίδου ὁ Σωτήρ·

    [00046] ἢ καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου, ᾧ καὶ ἐξυπηρέ τησαν παρόντες οἱ µαθηταί.

    [00047] Τὴν διάθεσιν ἑαυτοῦ ὁ Λουκᾶς ἐµφαίνει.

    [00048] Πεπλη ροφόρητο γὰρ, καὶ ἐν οὐδενὶ ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὔ.

    [00049] Τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πι στεύοντας.

    [00050] Καὶ γὰρ ὁ Ἀπόστολος περὶ τῶν βεβαίων φησίν·

    [00051] Ἵνα ἦτε ἐῤῥιζωµένοι καὶ τεθεµελιωµένοι τῇ πίστει.

    [00052] Οὐδὲν γὰρ οὕτω πληροφορεῖ, ὡς νοῦς καὶ λόγος.

    [00053] Ὄψις γὰρ οὐ πληροφορεῖ·

    [00054] ἐπεὶ οὐκ ἀπὸ ση µείων καὶ τεράτων ὁρατῶν κρίνεται τὰ πράγµατα·

    [00055] ἀλλὰ λόγῳ κρίνεται, ποῖα τἀληθῆ, καὶ ποῖα τὰ ψευδῆ.

    [00056] Πραγµάτων δέ φησιν, ἐπειδήπερ οὑ κατὰ φαντασίαν, κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας, ἐδραµατούργη σεν Ἰησοῦς τὴν ἔνσαρκον αὑτοῦ παρουσίαν·

    [00057] ἀλλὰ τυγχάνων ἀλήθεια, πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγµατα.

    [00058] Στίχ. γʹ.

    [00059] Καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε.

    [00060] Στίχ. δʹ.

    [00061] Ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

    [00062] Στίχ. εʹ.

    [00063] Ἐγένετο ἐν ταῖς ἡµέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόµατι Ζα χαρίας ἐξ ἐφηµερίας Ἀβιά·

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    2/71

  • [00064] καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνοµα αὐτῆς Ἐλισάβετ.

    [00065] [17.316] Στίχ.

    [00066] ʹ.

    [00067] Ἦσαν δὲ δίκαιοι ἀµφότεροι ἐνώπιον τοῦ Θεοῦ.

    [00068] Εἰκὸς ὑπολαµβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύµατι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυ ρίου πράξεις τε καὶ λόγους·

    [00069] ὅνπερ ἐποίει ἀσφαλέστε ρον καὶ τὰ νῦν γραφόµενα.

    [00070] Πάντες ἐὰν τοιοῦτοι ὦµεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεό φιλοί ἐσµεν.

    [00071] Καὶ οὐκ ἄν τις εἴη Θεόφιλος ἀσθενής.

    [00072] Ὥσπερ γὰρ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχοµένου ἐκ τῆς Αἰγύπτου·

    [00073] Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθε νῶν·

    [00074] οὕτως εἴποιµι ἂν, ὅτι πᾶς Θεόφιλος κράτιστός ἐστιν, ἔχων τὸ κράτος καὶ τὴν δύναµιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ.

    [00075] Καὶ οὕτως ἐπιγνώσεταί τις περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν, συνεὶς τὸν λόγον τοῦ Εὐαγγελίου.

    [00076] Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράµµασιν ἐντυγχάνων ἀσφαλέστερον κατ έχῃ, καὶ τὴν πίστιν διατηρῇ.

    [00077] Τὸ εἶναι δίκαιον ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος.

    [00078] Αὐτὸς γὰρ ἐπίσταται τὰς καρδίας τῶν ἀν θρώπων µονώτατος.

    [00079] Ἐνδέχεται γὰρ κατὰ µὲν τὸ φαι νόµενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς καρδίας µὴ εἶναι τοιοῦτον, ἐµφωλεύοντας κεκτηµένος λογισµοὺς πονηρούς.

    [00080] Τοιοῦ τον καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ·

    [00081] Ὧν ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ Θεοῦ.

    [00082] Οἱ γὰρ ἄνθρωποι οὐκ ἀξίως ἐπαινοῦσι, τὸ φαινόµενον µόνον βλέποντες·

    [00083] ὁ δὲ Θεὸς καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν, καὶ τοῦ ἐπαινε τοῦ τὸν ἔπαινον ἀξίως ποιεῖ.

    [00084] Στίχ. ʹ.

    [00085] Πορευόµενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώµασι τοῦ Κυρίου ἄµεµπτοι.

    [00086] Στίχ. ζʹ.

    [00087] Καὶ οὐκ ἦν αὐτοῖς τέκνον·

    [00088] καθότι Ἐλι σάβετ ἦν στείρα, καὶ ἀµφότεροι προβεβηκότες ἐν ταῖς ἡµέραις αὐτῶν ἦσαν.

    [00089] Στίχ. ηʹ.

    [00090] Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφηµερίας αὐτοῦ, ἔναντι τοῦ Θεοῦ, Στίχ.

    [00091] θʹ.

    [00092] Κατὰ τὸ ἔθος τῆς ἱερατείας·

    [00093] ἔλαχε τοῦ θυµιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου.

    [00094] Στίχ. ιʹ.

    [00095] Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσ ευχόµενον ἔξω τῇ ὥρᾳ τοῦ θυµιάµατος.

    [00096] Ἴσως ἐρεῖ τις·

    [00097] ∆ιὰ τί πρόκειται τούτοις τὸ, ἄµεµ πτοι;

    [00098] ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώµασιν·

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    3/71

  • [00099] εἰ µὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀµέµπτως δέ.

    [00100] Φηµὶ δὲ οὖν πρὸς αὐτὸν, ὅτι, εἰ µὴ ἦν τοῦτο, οὐκ ἂν ἐλέγετο·

    [00101] ∆ικαίως τὸ δίκαιον διώξεις.

    [00102] Ἐπὰν οὖν ποιῶµεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιού του ἔχειν, ποιοῦµεν τὰς ἐντολὰς ἀµέµπτως.

    [00103] Στίχ. ιαʹ.

    [00104] Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυµιάµατος.

    [00105] Στίχ. ιβʹ.

    [00106] Καὶ ἐταράχθη Ζαχαρίας ἰδών·

    [00107] καὶ φό βος ἐπέπεσεν ἐπ' αὐτόν.

    [00108] Στίχ. ιγʹ.

    [00109] Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος·

    [00110] Μὴ φο βοῦ, Ζαχαρία, διότι ἐσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνοµα αὐτοῦ Ἰωάννην.

    [00111] [17.317] Στίχ.

    [00112] ιδʹ.

    [00113] Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις·

    [00114] καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.

    [00115] ∆ιὰ συγκαταβάσεως ὤφθη ἄγγελος τῷ Ζαχα ρίᾳ.

    [00116] Οὐδὲ γὰρ φθαρτοῦ σώµατος ὀφθαλµοῖς δύναταί τις ἰδεῖν ἄφθαρτον σῶµα.

    [00117] Ἐκ δεξιῶν δὲ ὤφθη ἑστὼς ὁ ἄγγελος τοῦ θυσιαστηρίου, ὅτι αἴσια αὐτῷ ἔµελλε προαγγεῖλαι.

    [00118] Ἐταράχθη δὲ Ζαχαρίας ἰδών.

    [00119] Ξενίζουσα γὰρ ἡ ὄψις ἀνθρώπῳ φαινοµένη οὐκ ἔστιν ὑποµονη τική.

    [00120] Ἀλλ' ὅµως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Ζαχαρίαν ὁ ἄγγελος, καὶ ἀνακτᾶται αὐτὸν, εἰπών·

    [00121] Μὴ φοβοῦ, Ζαχαρία.

    [00122] Ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ Θεὸς ἢ οἱ ἄγγε λοι, ἀλλὰ τοῖς καθαρὰν ἔχουσι τὴν καρδίαν, καὶ ἀξίοις τοῦ βλέπειν.

    [00123] Εὑρίσκεται γὰρ τοῖς µὴ πειράζουσιν αὐτὸν, ἐµφανίζεται δὲ τοῖς µὴ ἀπιστοῦσιν αὐτῷ.

    [00124] Τοῦ αὐτοῦ.

    [00125] Ἐπειδὴ πάντες οἱ ὁρῶντες ἀγγέλους ἐφοβοῦντο, µήπως ὡς µέλλοντες λαβεῖν αὐτῶν τὰς ψυχὰς παρεληλύθασιν, ὡς καὶ ὁ Μανωέ φησι·

    [00126] διὰ τοῦτο λύων αὐτοῦ τὴν ἀγωνίαν ὁ ἄγγελος, εἶπε τό·

    [00127] Μὴ φοβοῦ.

    [00128] Οὐ γὰρ µόνον οὐ τελευτᾷς, ἔνθα λύπη καὶ δάκρυα, ἀλλὰ καὶ ζῇς καὶ τεκνοποιεῖς, καὶ χαρὰ µεγάλη ἔσται σοι·

    [00129] Γεννήσει γάρ σοι υἱὸν ἡ Ἐλισά βετ, οὗ οὐ γέγονε µείζων ἐν γεννητοῖς τῶν γυναι κῶν.

    [00130] Εἶτά φησι·

    [00131] Καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.

    [00132] Εἰ γὰρ καὶ µὴ πάντες Ἰουδαῖοι, ἀλλὰ πολλοὶ ἐχάρησαν ἐπὶ τῇ παρουσίᾳ τοῦ προδρόµου διαγγέλλοντος τὴν τοῦ Σωτῆρος ἐπιδηµίαν.

    [00133] Κατὰ τὴν θεωρίαν, ἡ σιωπὴ τῶν Προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ Θεοῦ.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    4/71

  • [00134] Οὐκέτι γὰρ Θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ µεταβέβηκεν ὁ ἐν ἀρχῇ λόγος πρὸς ἡµᾶς.

    [00135] Καὶ παρ' ἡµῖν οὐ σιωπᾷ, παρ' ἐκείνοις δὲ σεσιώπηκε.

    [00136] ∆ιὰ τοῦτο σιωπᾷ ὁ προφήτης Ζαχαρίας.

    [00137] Τὸ δὲ διανεύειν µένοντα κωφόν.

    [00138] Στίχ. κβʹ.

    [00139] Ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐ τοῖς, καὶ ἐπέγνωσαν, ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ.

    [00140] Καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ δι έµενε κωφός.

    [00141] Στίχ. κγʹ.

    [00142] Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡµέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

    [00143] Στίχ. κδʹ.

    [00144] Μετὰ δὲ ταύτας τὰς ἡµέρας συνέλαβεν ἡ Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν µῆνας πέντε, λέγουσα·

    [00145] Στίχ. κεʹ.

    [00146] Ὅτι οὕτως πεποίηκεν ὁ Κύριος ἐν ἡµέ ραις, αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός µου ἐν ἀν θρώποις.

    [00147] Στίχ. κʹ.

    [00148] Ἐν δὲ τῷ µηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνοµα Ναζαρὲτ, Στίχ.

    [00149] κζʹ.

    [00150] Πρὸς παρθένον µεµνηστευµένην ἀνδρὶ, ᾧ ὄνοµα Ἰωσὴφ, ἐξ οἴκου ∆αυῒδ, καὶ τὸ ὄνοµα τῆς παρθένου Μαριάµ.

    [00151] Τί δὲ διένευεν αὐτοῖς;

    [00152] προακούσας ἐράσµιον πρᾶ γµα ἑαυτῷ µέλλειν ἔσεσθαι, οὐκ ἔσπευσε πρὸ καιροῦ [17.320] δραµεῖν, ἀλλ' ἔµεινε πληρῶσαι τὴν λειτουργίαν·

    [00153] δι δάσκων, ὅτι δεῖ πάντα δεύτερα ποιεῖσθαι τῆς εἰς Θεὸν τιµῆς.

    [00154] Οἰκονοµικώτατα δὲ περιέκρυβεν ἑαυτὴν ἡ Ἐλισάβετ, ἕως οὗ ἐγνώσθη ἡ γαστὴρ αὐτῆς, καὶ ἀναµφίβολον ἦν τὸ πρᾶγµα·

    [00155] ἵνα ἐξ ἀκοῆς µὴ βουλόµενοι πεισθῆναι οἱ ἀκούοντες ταῦτα, τῷ αὐτῷ ἐγκλήµατι ὑποπτεύσωσιν, ᾧ καὶ Ζαχαρίας.

    [00156] Τὸ ὑπερβατὸν οὕτως ἔχει·

    [00157] Ἀπεστάλη ὁ ἄγγελος πρὸς παρθένον ἐξ οἴκου ∆αυῒδ, καὶ τὸ ὄνοµα τῆς παρθένου Μαριὰµ, µεµνηστευµένην ἀνδρὶ, ᾧ ὄνοµα Ἰωσήφ.

    [00158] Οὐκ ἀπεστάλη δὲ πρὸς Ἰωσὴφ ὁ ἄγγελος·

    [00159] ἐπειδὴ οὐδὲν ἦν κοινὸν τῷ Ἰωσὴφ πρὸς τὴν τοῦ Κυρίου γέννησιν.

    [00160] Ὡς δὴ ἀρξαµένης τῆς ἁµαρ τίας ἀπὸ γυναικὸς, οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ γυναικὸς ἔδει ἄρξασθαι.

    [00161] Στίχ. λδʹ.

    [00162] Εἶπε δὲ Μαριὰµ πρὸς τὸν ἄγγελον·

    [00163] Πῶς ἔσται τοῦτο;

    [00164] ἐπεὶ τὸν ἄνδρα οὐ γινώσκω.

    [00165] Στίχ. λεʹ.

    [00166] Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, καὶ τὰ ἑξῆς.

    [00167] Τὸ, εὗρες χάριν, κοινὸν ἦν.

    [00168] Εὗρον γὰρ πρὸ αὐτῆς καὶ ἄλλαι χάριν.

    [00169] Τὸ δ' εἰπεῖν, συλλήψῃ, οὐκέτι κοινὸν ἦν, ἀλλ' ἰδιάζον εἰς ἐπαγγελίαν παρθένῳ ξένον πρᾶγµα.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    5/71

  • [00170] Εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.

    [00171] ∆ιὸ, µὴ φοβοῦ.

    [00172] Παντὸς γὰρ φόβου ἀφαίρεσις ἡ τοῦ Σωτῆρος ἐπιδηµία.

    [00173] Στίχ. λʹ.

    [00174] Καὶ ἰδοὺ ἡ Ἐλισάβετ ἡ συγγενής σου, καὶ τὰ ἑξῆς.

    [00175] Ἤκουσεν ὁ Πρόδροµος, τῇ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύµατος κινούµενος, τὸν ἀσπασµὸν Μαρίας, ὃν ὑπέλαβεν ὁ Λόγος τοῦ Θεοῦ ὁ Χριστὸς, καὶ ἐσκίρτα ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ τῆς µητρὸς, εἰς ἔµφασιν χαρᾶς καὶ προφητείας δήλωσιν.

    [00176] Οἱονεὶ γὰρ ἔκτοτε αὐτὸν ἤρξατο προφήτην ποιεῖν ὁ Ἰησοῦς, ἔνδον αὐτῷ παρασχὼν τοῦ µυστηρίου τὴν δήλωσιν.

    [00177] Ἐπειδὴ δὲ οὐκ ἔδωκε λαλεῖν τοῖς ἐµβρύοις διὰ τὸ ἄωρον, σπεύ δοντι τῷ Βαπτιστῇ κηρύξαι τὸν Λυτρωτὴν, ἔχρησεν ἡ µήτηρ τοῦ σώµατος ὄργανον·

    [00178] οὐ γὰρ Πνεύµατος ἁγίου πρότερον ἐνεπλήσθη, πρὶν ἐπιστῆναι τὴν κυο φορήσασαν Χριστόν.

    [00179] Πρῶτον δὲ τὸ βρέφος ἐπληροῦτο Πνεύµατος, καὶ ἐσκίρτα·

    [00180] καὶ εἶθ' οὕτως τῇ µητρὶ µετεδίδου, καὶ ἀνεβόα προφητικὰ ἡ Ἐλισάβετ διὰ τὸ κυοφορούµενον ἐν αὐτῇ βρέφος.

    [00181] Τοῦ αὐτοῦ.

    [00182] Ὁ µὲν λαὸς οὐκ οἶδε τὸν Σωτῆρα ποι οῦντα σηµεῖα καὶ τέρατα·

    [00183] ὁ δὲ Ἰωάννης ἔτι ἐν τῇ κοιλίᾳ ὢν σκιρτᾷ, ἡνίκα ἦλθεν ἡ µήτηρ Ἰησοῦ.

    [00184] Ἰδοὺ γὰρ, φησὶν, ὡς ἐγένετο ὁ ἀσπασµός σου εἰς τὰ ὦτά µου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ µου.

    [00185] Ἔδει τὴν µακαρίαν ταύτην Μαριὰµ, µετὰ τὴν τοῦ Γαβριὴλ ἐπιδηµίαν, ἀναβαίνουσαν ἀναβῆναι ἐπὶ τὴν ὀρεινήν.

    [00186] Μετὰ σπουδῆς δὲ ἐπορεύετο ἀγοµένη ὑπὸ τοῦ ἐν αὐτῇ Πνεύµατος, ὃ ἐπεληλύθει αὐτῇ, καὶ τῆς δυνάµεως τοῦ Ὑψίστου, τῆς ἐπισκιάσης αὐτῇ.

    [00187] Ὥσπερ ἤρξατο ἡ ἁµαρτία ἀπὸ γυναικὸς, καὶ [17.321] µετὰ τοῦτο ἔφθασεν ἐπὶ τὸν ἄνδρα·

    [00188] οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ τῶν γυναικῶν ἤρξατο, ἵν' ἀπεντραπῶσιν αἱ γυναῖκες τὴν ἀσθένειαν, καὶ τὰ γυναικεῖα ἀποθέ µεναι, ζηλώσωσι τοὺς βίους τῶν µακαρίων τούτων.

    [00189] Στίχ. µγʹ.

    [00190] Καὶ πόθεν µοι τοῦτο δῆλον, ἵνα ἔλθῃ ἡ µήτηρ, καὶ τὰ ἑξῆς.

    [00191] Τοῦ αὐτοῦ.

    [00192] Σύµφωνα τῷ υἱῷ φθέγγεται ἡ Ἐλισά βετ, ἀναξίαν ἑαυτὴν τῆς παρουσίας τῆς Θεοτόκου λέγουσα, ὥσπερ καὶ Ἰωάννης τῆς πρὸς τὸν Χριστὸν παραστάσεως.

    [00193] Τί γάρ µοι, φησὶ, τηλικοῦτον πέπρα κται ἀγαθὸν, ἵνα ἡ µήτηρ τοῦ Κυρίου µου ἔλθῃ πρός µε;

    [00194] Μητέρα καλεῖ τὴν ἔτι παρθένον, φθάνουσα προ φητικῷ λόγῳ τὴν ἔκβασιν.

    [00195] Θεία µὲν οὖν οἰκονοµία τὴν µαρτυρίαν ἤγαγε πρὸς τὴν Ἐλισάβετ, ἵνα καὶ ἡ µαρτυρία Ἰωάννου ἐκ µήτρας εἰς τὸν Κύριον διὰ τῆς ἰδίας µητρὸς Ἐλισάβετ πληροφορηθῇ, καὶ ἵνα κατὰ τὴν τοῦ ἀγγέλου φωνὴν ὀψοµένη τὴν Ἐλισάβετ, καὶ τὸ ἐν αὐτῇ παράδοξον κύηµα, διὰ τούτου καὶ τὸ µεῖζον πιστεύσῃ, τουτέστι τὸν ἐξ αὐτῆς φηµι τῆς παρ θένου ἄσπορον τοκετόν.

    [00196] Καὶ συντρέχει πρὸς τὴν πί στιν ταύτην καὶ ὁ λόγος ὁ τῆς Ἐλισάβετ, λεγούσης·

    [00197] Καὶ µακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαληµένοις αὐτῇ παρὰ Κυρίου.

    [00198] Βεβαιοτέρα γὰρ πρὸς τὴν πίστιν ἐκ τούτων ἐγίνετο τῶν ῥηµάτων ἡ παρθένος, µακαριζοµένη, ὅτι ἐπίστευσεν, ἀγγέλου τε προσηµαίνοντος, καὶ τῆς συγγενίδος παραπλησίως προφητευούσης.

    [00199] Τοῦ αὐτοῦ.

    [00200] Ἴδωµεν λοιπὸν παρθενικὴν προφη τείαν.

    [00201] Στίχ. µʹ.

    [00202] Μεγαλύνει ἡ ψυχή µου τὸν Κυρίον.

    [00203] Πῶς ἡ ψυχή µου µεγαλύνει τὸν Κύριον, κατανοη τέον.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    6/71

  • [00204] Ἐὰν ἀξίως πολιτευώµεθα κατ' εἰκόνα τοῦ κτί σαντος ἡµᾶς, καὶ ὁµοιωθῶµεν τῷ πρωτοτύπῳ, κατὰ τὸ δυνατὸν, δι' ἀγαθῶν ἔργων, µεγαλύνοµεν τὸν Κύ ριον λόγοις, ἔργοις, νοήµασι.

    [00205] Σµικρύνει δέ τις αὐτὸν ἀναλόγως, κατὰ τὴν κακίαν τὴν ἐνυπάρχουσαν αὐτῷ.

    [00206] Τῆς οὖν Μαρίας ἡ ψυχὴ ἐµεγάλυνε τὸν Κύριον, τὸ δὲ πνεῦµα αὐτῆς ἠγαλλιάσατο ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι.

    [00207] Πρῶτον ἐµεγάλυνεν ἡ ψυχὴ αὐτῆς, εἶτα ἠγαλλιάσατο τὸ πνεῦµα αὐτῆς.

    [00208] Παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γραφῇ, εἴ πού ἐστιν εὑρεῖν ἐπὶ ἁµαρτωλῶν γενέσεως εἰρηµένον τό·

    [00209] Ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν.

    [00210] Οὐκ ἂν γάρ τις εὕροι, ὡς οἶµαι·

    [00211] ἀλλ' ὅπου ὠνόµασται, ὅτι δίκαιός ἐστιν ὁ γεννώµενος.

    [00212] Καὶ τοῦτο δὲ καὶ τὰ λοιπά.

    [00213] Ἡ Ἐλισάβετ, προφῆτις οὖσα, καὶ τὴν γενοµένην τῷ ἀνδρὶ ἀποκάλυψιν µὴ ἀκούσασα, τῷ Πνεύµατι ἁγίῳ τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν, καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνοµάσεσθαι.

    [00214] Ὡς δὲ καὶ παρὰ τοῦ πατρὸς ἠξίουν µαθεῖν, καὶ διένευον αὐτῷ, ὡς µὴ ἀκούοντι ἢ λαλῆσαι δυναµένῳ·

    [00215] λαβὼν δέλτιον ἔγραψε συµφώνως τῇ ἑαυτοῦ γυναικὶ τοῦ παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τούτων ἐκ πλήττεσθαι.

    [00216] Εἶτά φησιν·

    [00217] Ἀνεῴχθη δὲ τὸ στόµα αὐτοῦ.

    [00218] Μετὰ τὸ γράψαι δηλονότι ἐν δέλτῳ, ὅτι Ἰωάν [17.324] νης ἔσται τὸ ὄνοµα αὐτοῦ, ἐλύθη ἡ δεδεµένη φωνή.

    [00219] Καὶ ἀπέλαβε τὴν ἑαυτοῦ γλῶσσαν, οὐκέτι καθὰ πά λαι δεδεµένην τῇ ἀπιστίᾳ, ἀλλ' εὐλογοῦσαν τὸν Θεὸν, καὶ προφητεύουσαν τὰ ἀναγεγραµµένα.

    [00220] Περισσόν ἐστι τὸ λέγειν, καὶ τὰ λοιπά.

    [00221] Ὡς οἶµαι καὶ οἱ πατέρες ἡµῶν, Ἀβραὰµ, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ ὅλος ὁ χορὸς τῶν ἁγίων αὐτοῦ προφητῶν καὶ δικαίων, ἀπήλαυσαν τῆς παρουσίας τοῦ Χριστοῦ.

    [00222] Εἰ γὰρ εἰρηνοποίησε διὰ τοῦ αἵµατος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς παρα δέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἡ ἐπισκοπὴ, καὶ τοῦτο ἡ εἰς τὸν ᾅδην αὐτοῦ ἄφιξις ἐπραγµατεύ σατο διὰ τὸ ἀνεξιχνίαστον αὐτοῦ ἔλεος;

    [00223] Τοῦτο δὲ, εἰ καὶ νῦν γέγονεν, ἀλλ' ἔκπαλαι προανεφωνήθη·

    [00224] καὶ ἀδύνατον ἦν µὴ ἐκβῆναι αὐτοὺς λόγους εἰς ἔργον.

    [00225] Ὅρκῳ γὰρ ἐβεβαίωσε τὰς ἐπαγγελίας διὰ τὸ ἀπα ράβατον, ὅτι πάντως ἔσται.

    [00226] Καὶ νῦν οἱ πιστοὶ ἀφόβως ἐκ χειρὸς τῶν νοητῶν ἐχθρῶν ῥύονται.

    [00227] Πολλάκις ῥύονταί τινες, καὶ τὰ λοιπά.

    [00228] Οὐκ εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν εἰς Ἱεροσόλυµα πρὸς τοὺς ἱερεῖς καὶ γραµµατεῖς καὶ Φαρι σαίους ἀπέρχεται ὁ ἄγγελος·

    [00229] ἀλλὰ ποιµένας εὑρίσκει ἀγραυλοῦντας, καὶ φυλάσσοντας φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίµνην αὐτῶν·

    [00230] τούτοις γὰρ εὐαγ γελίζεται τοῦ Σωτῆρος τὴν γέννησιν.

    [00231] Οὗτοι µὲν γὰρ ἄπλαστοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν.

    [00232] Ποιµένες γὰρ ἦσαν καὶ οὗτοι, οἳ καὶ δραµόντες τοῖς ἑτέροις καὶ ἀπήγγελλον.

    [00233] Ἐκεῖνοι γὰρ διεφθαρµένοι ὄντες τῷ φθόνῳ, ἔµελλον κρύπτειν τὸ τῆς τοῦ κόσµου σωτηρίας µυστήριον.

    [00234] Μόνος γὰρ οὗτος διήνοιξε µήτραν ἐκ παρθένου τεχθείς.

    [00235] Οὐδὲν γὰρ τῆς µήτρας ἐκείνης ἥψατο πρὸ Χριστοῦ.

    [00236] Πάντα δὲ τὰ πρωτότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλ' οὐ διανοίγουσιν αὐτὰ πρῶτα τὴν µήτραν, ἀλλ' ὁ σύµβιος.

    [00237] Μήπως καταλέλοιπεν αὐτούς.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    7/71

  • [00238] Ὀδυνώµενοι οὖν ἐζήτουν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ζητοῦντες αὐτὸν, οὐχ εὗρον ἐν τοῖς συγγενέσιν·

    [00239] ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν.

    [00240] ΚΕΦ. Βʹ.

    [00241] Στίχ. µθʹ.

    [00242] Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρὸς ἔδει εἶναί µε;

    [00243] Ὡς πρὸς ῥητὸν ὁπλισώµεθα κατὰ τῶν ἀθέων αἱ ρέσεων, λεγουσῶν, ὅτι οὐχ ὁ δηµιουργὸς Πατὴρ Ἰη σοῦ Χριστοῦ, οὐδὲ ὁ Θεὸς τοῦ νόµου, οὐδὲ ὁ Θεὸς τοῦ ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ.

    [00244] Τῆς γὰρ φω νῆς αὐτοῦ ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου, αἰδείσθω σαν, λέγοντος·

    [00245] Ἐν τοῖς τοῦ Πατρός µου δεῖ εἶναί µε, εἰ προσίενται τὸ ῥητόν.

    [00246] Ἆρα γὰρ οὕτως ἦσαν ἀσύνετοι, ὡς µὴ συνιέναι, ὅ τι ἔλεγεν·

    [00247] Ἐν τοῖς τοῦ Πατρὸς, ἀντὶ τοῦ·

    [00248] Ἐν τῷ ναῷ, Ἢ µήποτέ τι µυστή [17.325] ριον αἰνίττεται·

    [00249] Εἴ τις ὑµῶν τοῦ Πατρός ἐστιν, ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ;

    [00250] Μᾶλλον γὰρ τοῦ Πατρὸς ὁρῶν ἔµψυχον ναὸν, τὸν καλόν τε καὶ ἀγαθὸν, ἢ τὸν ναὸν ἐκεῖνον·

    [00251] ἐξῆλθε γὰρ ἀπὸ τοῦ ναοῦ ἐκείνου εἰπών·

    [00252] Ἀφίεται ὑµῖν ὁ οἶκος ὑµῶν, καὶ ἀπῆλθεν ἐπὶ τὸν ναὸν τοῦ Πατρὸς, τὰς Ἐκκλησίας τὰς πανταχοῦ.

    [00253] Στίχ. ναʹ.

    [00254] Καὶ ἦν ὑποτασσόµενος αὐτοῖς, καὶ τὰ λοιπά.

    [00255] Ἐπὶ µὲν τῷ παρὰ Ἰουδαίοις µόνοις κηρυσσο µένῳ προφητικῷ ἀναγράφεται βασιλείας µόνον Ἰου δαίων·

    [00256] Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλὴµ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαν καὶ Ἀχὰζ, καὶ Ἐζχίου·

    [00257] καὶ οὐδένα ἄλλον οἶδα βασιλέα ἀναγεγραµµέ νον ἐν τῷ χρόνῳ τῆς προφητείας ἢ τὸν τῆς Ἰουδαίας·

    [00258] ἐπί τινων δὲ προφητειῶν καὶ τὸν βασιλέα τοῦ Ἰσ ραήλ.

    [00259] Ὅτε δὲ ἔµελλε τὸ µυστήριον τοῦ Εὐαγγελίου Ἰωάννης κηρύσσειν, ἀναγέγραπται οὐχὶ Ἰουδαίας µόνος βασιλεὺς Ἡρώδης, οὐδὲ Ῥωµαίων µόνος Τιβέριος.

    [00260] ΚΕΦ. Γʹ.

    [00261] Εἰ µὲν οἱ ἀπὸ τῶν ἐθνῶν µόνοι ἔµελλον σώζε σθαι, πάντη δὲ ἀποκέκλεισται ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ, Ἐν ἔτει ιεʹ τῆς ἡγεµονίας Τιβερίου Καίσαρος·

    [00262] ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλι λαίας, καὶ τοὺς ἀπὸ τῆς Ἰτουραίας καὶ Τραχωνίτι δος, καὶ Ἀβιλινῆς πιστεύειν, διὰ τοῦτο ἀναγράφονται καὶ αὗται αἱ βασιλεῖαι.

    [00263] Ἐµνήσθη δὲ καὶ τῶν ἀρχιε ρέων Ἄννα καὶ Καϊάφα, ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ και ροῦ, καθ' ὃν ἦλθεν ὁ Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάµενοι, µείναντες δὲ ἕως τοῦ πάθους τοῦ Κυρίου ἐν τῇ ἀρχιερωσύνῃ.

    [00264] Τοῦ αὐτοῦ.

    [00265] Οὐδέποτε γέγονε ῥῆµα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήµῳ.

    [00266] Ἐπειδὴ δὲ ἔµελλε πολ λὰ τέκνα τῆς ἐρήµου µᾶλλον εἶναι ἢ τῆς ἐχούσης τὸν ἄνδρα, διὰ τοῦτο ἐγένετο ῥῆµα Θεοῦ ἐπὶ Ἰωάννην ἐν τῇ ἐρήµῳ.

    [00267] Εἰ γὰρ µὴ τοῦτο ἦν, ἐκ περισσοῦ ἐποίει κηρύσσων ἐν τῇ ἐρήµῳ.

    [00268] Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου·

    [00269] ποῦ γὰρ ἔδει τὸν Βα πτιστὴν προέρχεσθαι, ἢ εἰς τὴν περίχωρον τοῦ Ἰορ δάνου, ἵνα, ἐάν τις βούληται µετανοεῖν, εὐθέως εὐ πορήσῃ τοῦ ποταµοῦ;

    [00270] Καταβαίνων γάρ ἐστιν ὡς ἀλη θῶς ὁ ποταµὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕ δωρ τὸ σωτήριον.

    [00271] Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιν ἁµαρτιῶν βάπτισµα.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    8/71

  • [00272] Εἰς ἄφεσιν δὲ ἁµαρτιῶν, τίνι;

    [00273] ἢ τῷ µηκέτι ἁµαρτάνοντι.

    [00274] Εἶτα τὸν Ἡσαΐαν παρ ίστησι τοῦτο αὐτὸ βοῶντα;

    [00275] Τί γάρ;

    [00276] φησι Φωνὴ βο ῶντος ἐν τῇ ἐρήµῳ.

    [00277] Τοῦτο δέ φησιν·

    [00278] ὡς ἂν Ἡσαΐου αὐτοῦ ἀκούοντος τῶν λόγων Ἰωάννου.

    [00279] Ἐπίλεκτος γὰρ ἦν εἰς ἀποστολὴν Ἰωάννης, καὶ τέλειος προφη τῶν.

    [00280] Ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδροµος ἦν τοῦ Λόγου, εἰκότως φωνὴ ὠνόµασται, οὐ λόγος.

    [00281] Προλαµβάνει γὰρ ἡ φωνὴ τὸν λόγον.

    [00282] Τὸ δέ·

    [00283] Ἑτοιµάσατε τὴν ὁδὸν [17.328] Κυρίου, τί ἐστιν, εἰ µὴ ἀντὶ τοῦ, Εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νοµοθετεῖν;

    [00284] Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἀντὶ τοῦ, Παύσασθε ποιεῖν τὰ διεστραµµένα.

    [00285] Φάραγξ ἐστὶ βαθεῖα καὶ κοίλη πᾶς ἄπιστος, ὃς, πιστεύσας εἰς Χριστὸν, πληροῦται τῶν τοῦ Πνεύ µατος καρπῶν, τουτέστι τῶν ἀρετῶν.

    [00286] Ὄρος δὲ καὶ βουνὸς ταπεινωθείς ἐστιν ὁ τῶν Ἰουδαίων ὑψηλό φρων λαός .....

    [00287] Ἢ ὄρη καὶ βουνοὶ αἱ ἀντικεί µεναι δυνάµεις, αἳ διὰ τῆς Χριστοῦ ἐπιµελείας ἐτα πεινώθησαν·

    [00288] φάραγγες δὲ οἱ ἄνθρωποι, οἳ πεπλή ρωνται ἔργοις ἀγαθοῖς.

    [00289] Τραχὺς ἦν ἡµῶν ὁ βίος, καὶ ἀνώµαλος ὁ λόγος.

    [00290] Ἐλθὼν δὲ ὁ Κύριος ἡµῶν λεῖα πάντα πεποίηκε.

    [00291] Καὶ ἐπὶ µὲν τῶν ἐθνῶν ταῦτα γεγένηται·

    [00292] ἐπὶ δὲ τοῦ λαοῦ καθαιρεθέντος τὸ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσε ται.

    [00293] Ὄρος γὰρ ἦν ποτε καὶ βουνός·

    [00294] καθῃρέθησαν δὲ καὶ τεταπείνωνται.

    [00295] Εἰκότως γεννήµατα ἐχιδνῶν πάντας τοὺς ἀπί στους καλεῖ.

    [00296] Ὁ γὰρ µὴ καταλιµπάνων τὰ ἐν αὑτῷ ἔθη, οὐ λαµβάνει καλῶς τὸ βάπτισµα·

    [00297] ἀλλ' ἔτι γέννη µα ἐχίδνης, ἐν ἑαυτῷ τὸν ἰὸν τῆς πονηρίας ἔχων.

    [00298] Τοῦ αὐτοῦ.

    [00299] Λίθους ὀνοµάζει τοὺς ἐθνικοὺς, τοὺς λι θίνην ἔχοντας καρδίαν, καὶ ἐκ πολλῆς ἀναισθησίας τῇ κτίσει παρὰ τὸν κτίσαντα δουλεύοντας, καὶ λίθους προσ κυνοῦντας.

    [00300] Προφητεύει τοίνυν τὴν καθαίρεσιν ἐκείνου τοῦ λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν.

    [00301] Ἐκείνοις γὰρ αὐ χοῦσι τὸν Ἀβραάµ φησι·

    [00302] Μὴ ἄρξησθε λέγειν ἐν ἑαυ τοῖς·

    [00303] Πατέρα ἔχοµεν τὸν Ἀβραάµ·

    [00304] τὰ δέ γε ἔθνη δύνασθαι τὸν Θεὸν ποιῆσαι τέκνα τοῦ Ἀβραάµ.

    [00305] Ποίων λίθων;

    [00306] Οὐ λίθους ἐδείκνυεν ἀψύχους, ἀλλ' ἀνθρώπους ἀναισθήτους ὄντας λίθους, ἐπειδήπερ λίθοις προσεκύνουν.

    [00307] Καὶ ἐγένετο ἐπ' αὐτῶν τὸ γε γραµµένον·

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    9/71

  • [00308] Ὅµοιοι αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.

    [00309] Ἔτι δὲ καὶ περὶ τῶν λίθων γέγραπται ἐν τῇ ᾠδῇ τῇ ἐν τῇ Ἐξόδῳ·

    [00310] Ἀπολιθωθήτωσαν τὰ ἔθνη, ἕως οὗ παρέλθῃ ὁ λαὸς οὗτος, ὃν ἐκτήσω·

    [00311] ὡς δῆλον, ὅτι µε τὰ τὸ παρελθεῖν τὸν λαὸν µηκέτι ἀπολιθωθείησαν.

    [00312] Στίχ. ιʹ.

    [00313] Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι, λέγοντες·

    [00314] Τί οὖν ποιήσοµεν;

    [00315] Στίχ. ιαʹ.

    [00316] Ἀποκριθεὶς δὲ λέγει αὐτοῖς·

    [00317] Ὁ ἔχων δύο χιτῶνας µεταδότω τῷ µὴ ἔχοντι.

    [00318] Ὃ λέγουσι, τοιοῦτόν ἐστι·

    [00319] Τὰ δεδοµένα ἡµῖν ἐκ Μωϋσέως καὶ τῶν πατέρων ἔθη περὶ θυσιῶν, ἃ περὶ ῥαντιστηρίων ποιήσοµεν, ἢ ἑτέρας ἡµῖν πολιτείας εἰσ άγεις ὁδόν;

    [00320] Εἰ γὰρ οὐδὲν ἡµᾶς τὰ Ἰουδαϊκὰ ὠφε λεῖ, εἰπὲ ἡµῖν, τί χρὴ ποιεῖν;

    [00321] Οὐ γὰρ ἴσµεν ἑτέρας πολιτείας ὁδόν.

    [00322] Τί οὖν ὁ Βαπτιστής;

    [00323] Μὴ τολµῶν ὡς οἰκέτης ἀποκινῆσαι τὴν σκιὰν, καὶ τὴν ἐν πνεύµατι καὶ ἀληθείᾳ λατρείαν εἰσαγαγεῖν, ἄγει αὐτοὺς ἐπὶ τὸ πλήρωµα τοῦ νόµου, τουτέστι τὴν ἀγάπην, ἧς ὁ καρ πὸς τὸ κοινωνικὸν εἶναι καὶ εὐµετάδοτον, καὶ φιλό πτωχον.

    [00324] Ἦν γὰρ τοῖς Ἰουδαίοις ἐπὶ ἀδελφῶν ἀγαπήσει καύχησις, καὶ τὸ τῆς φιλοπτωχίας ἐξαίρετον·

    [00325] τὸ [17.329] µὲν ὁλόκληρον τοῦ Εὐαγγελίου οὐκ ἔχουσα, ἀρχὴν δὲ τῆς Καινῆς ∆ιαθήκης εἰσάγουσα.

    [00326] Τρία πράγµατα εἰσάγει, καὶ τὰ λοιπά.

    [00327] ΚΕΦ. Αʹ.

    [00328] Στίχ. κβʹ.

    [00329] Βλέπε τὸν τύπον ἐν τῷ Ζαχαρίᾳ.

    [00330] Ἐκβαλόντες γὰρ τὸν λόγον ἐφ' ἑαυτῶν, καὶ µὴ δυνάµενοι περὶ µη δενὸς λόγον ἀποδοῦναι νοµικοῦ ἢ προφητικοῦ λόγου, κωφοὶ καὶ ἄλογοι µένουσι.

    [00331] Στίχ. ξγʹ.

    [00332] Καὶ αἰτήσας πινακίδιον ἔγραψεν, Ἰωάννης ἐστὶν τοὔνοµα αὐτοῦ.

    [00333] Ἐπειδὴ γὰρ ἑρµηνεύεται Ζαχαρίας µὲν µνήµη Θεοῦ, Ἰωάννης δὲ ὁ δεικνύς·

    [00334] µέµνηται δέ τις τοῦ ἀπόντος, δείκνυσι δὲ τὰ παρόντα·

    [00335] διὰ τοῦτο οἱ τοῦ παιδὸς τούτου γεννήτορες οὐκ ἀνέσχον αὐτὸν καλεῖν Ζαχαρίαν, ἀλλὰ µᾶλλον Ἰωάννην ὀνοµάζειν ἤθελον.

    [00336] ∆ιότι ἔµελλεν µονονουχὶ µνηµονεύειν Θεοῦ ὡς ἀπόν τος, ἀλλ' αὐτὸν ἐκεῖνον τῷ δακτύλῳ δεικνύειν παρ όντα καὶ λέγειν·

    [00337] Ἴδε ὁ Ἀµνὸς τοῦ Θεοῦ.

    [00338] Ἤδει µὲν ἡ παναγία Παρθένος, µὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλ' εἰς πρόσωπα τούτων τὸν ἑαυ τῆς ἐγκρίνει µνηστῆρα διὰ τὴν τῶν Ἰουδαίων ὑπ οψίαν, οἰοµένων αὐτὸν ἐκ πορνείας γεγεννῆσθαι.

    [00339] Ἁπλούστερον µὲν οὖν λέγοιτο ἂν, ὅτι ἐτίµησεν αὐ τὸν τὸ Πνεῦµα τὸ ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ καὶ τὰ λοιπά ..., µήπως αὐτοὺς καταλέλοι πεν.

    [00340] Ὁ δὲ Κύριος, ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπό κρισιν, θείαν δίδωσι, παρεµφαίνων, ὅτι Θεὸς εἴη σεσαρκωµένος.

    [00341] Ἢ τοίνυν οὕτω νοήσεις·

    [00342] ὅτι ὄρη µὲν καὶ βουνοὶ αἱ ἀντικείµεναι δυνάµεις διὰ τῆς Χριστοῦ ἐπιδηµίας ἐταπεινώθησαν·

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    10/71

  • [00343] αἱ δὲ φάραγγες οἱ ἄνθρωποι πε πλήρωνται ἐπ' ἔργοις ἀγαθοῖς.

    [00344] Γεγένηται δὲ πάντα σκολιὰ εἰς εὐθεῖαν.

    [00345] Ἕκαστος γὰρ ἡµῶν σκολιὸς ἦν.

    [00346] Ἐν µὲν τοίνυν τῇ Χριστοῦ ἐπιδηµίᾳ τῇ γενοµένῃ εἰς τὴν ψυχὴν γίνεται τὰ σκολιὰ εἰς εὐθεῖαν.

    [00347] Καὶ πάλιν τραχὺς ἦν ἡµῶν ὁ βίος, καὶ ὁ λόγος ἀνώµαλος·

    [00348] ἐλθὼν δὲ ὁ Κύριος, λεῖα πάντα πεποίηκε.

    [00349] ΚΕΦ. Γʹ.

    [00350] Στίχ. αʹ.

    [00351] Ἐν ἔτει πέντε καὶ δεκάτῳ τῆς ἡγεµο νίας Τιβερίου Καίσαρος.

    [00352] Ἐπὶ µὲν οὖν τῷ παρὰ Ἰουδαίοις µόνοις κηρυσσο µένῳ λόγῳ προφητικῷ βασιλεία µόνον Ἰουδαίας ἀνα γράφεται.

    [00353] Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν ὁ Ἡσαΐας ἐν ἡµέραις Ὀζίου καὶ Ἰωάθαν καὶ Ἀχὰζ, οἳ ἐβασίλευσαν τῆς Ἰούδα.

    [00354] Ἐπὶ δὲ τῷ µυστηρίῳ τοῦ [17.332] Εὐαγγελίου µέλλοντι ἐν ὅλῳ κόσµῳ κηρύσσεσθαι ἡγε µονία Τιβερίου Καίσαρος ἀναγράφεται, ὃς ἐδόκει ὅλου τοῦ κόσµου εἶναι βασιλεύς.

    [00355] Καὶ εἰ µὲν οἱ ἀπὸ ἐθνῶν µόνοι ἤµελλον σώζεσθαι, παντὶ δὲ ἀπεκέκλει στο ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ µνη σθῆναι µόνον Τιβερίου.

    [00356] Ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλιλαίας καὶ Ἰτουραίας καὶ Τραχωνίτιδος πι στεύειν, διὰ τοῦτο ἀναγράφονται αὗται αἱ βασιλεῖαι, ἤτοι τετραρχίαι.

    [00357] Οὐδέποτε δὲ γέγονε ῥῆµα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήµῳ, εἰ µὴ νῦν µόνον διά τινα µυστικὴν θεωρίαν.

    [00358] Ἐπειδὴ γὰρ ἔµελλε πολλὰ τὰ τέκνα τῆς ἐρήµου µᾶλλον εἶναι, τουτ έστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἤπερ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόµον τῆς Ἰουδαίων συναγωγῆς φηµι.

    [00359] Τὸ δὲ εἰπεῖν, ὅτι Ἐγένετο ῥῆµα Θεοῦ πρὸς Ἰωάννην, τουτέστι πρόσταγµα.

    [00360] Στίχ. γʹ.

    [00361] Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου.

    [00362] Ποῦ ἔδει τὸν Βαπτιστὴν περιέρχεσθαι ἢ εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούλοιτο µε τανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταµοῦ;

    [00363] ἑρµηνεύεται δὲ Ἰορδάνης καταβαίνων.

    [00364] Καταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποταµὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον.

    [00365] Στίχ. ζʹ.

    [00366] Φασὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαµβάνειν ἀναι ρεῖν τὸν ἐξ οὗ συλλαµβάνει ἄῤῥενα·

    [00367] οὗ ἡ σπορὰ αὐ ξάνουσα, τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαῤῥήξασα τῆς µητρὸς τὴν γαστέρα, ποι νὴν ὥσπερ τοῦ διαφθαρέντος πατρός ......

    [00368] Τοι οῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευµατικοὺς αὐτῶν πα τέρας καὶ διδασκάλους διαφθείροντες χερσίν.

    [00369] Εἴρηται περὶ τούτων ἐν τῷ Ματθαίῳ πλατύτερον.

    [00370] ΚΕΦ. ∆ʹ.

    [00371] Στίχ. θʹ.

    [00372] Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλὴµ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.

    [00373] Ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεοµέ νου ἀγγελικῆς βοηθείας, ὡς µέλλοντος προσκόπτειν, εἰ µὴ ἄγγελοι αὐτῷ βοηθεῖεν.

    [00374] Οὐ γὰρ περὶ τοῦ Χρι στοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλµοῦ.

    [00375] Οὐ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης.

    [00376] Ἐγὼ δὲ τὸ ἀνά παλίν φηµι πρὸς σὲ, ὦ διάβολε, εἰ µὴ Ἰησοῦς βοη θήσει τοῖς ἀγγέλοις, προσκόπτουσι.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    11/71

  • [00377] Καὶ σὺ διὰ τοῦτο πέπτωκας ἐξ οὐρανοῦ, ἐπειδὴ αὐτάρκη ἐνόµισας ἑαυτὸν εἶναι, καὶ µὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας.

    [00378] Ἵνα δὲ γνῷς µὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραµµένα, ἀλλ' εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέ ρεσθαι, ἄκουε·

    [00379] Γέγραπται γάρ·

    [00380] Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπει τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.

    [00381] Τοῦτο δικαίῳ µᾶλλον ἁρ µόζει ἢ τῷ Υἱῷ τοῦ Θεοῦ·

    [00382] καὶ αὖθις·

    [00383] Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ µυριὰς, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται.

    [00384] Στίχ. µʹ.

    [00385] ∆ύναντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις, ἤγαγον [17.333] αὐτοὺς πρὸς αὐτόν.

    [00386] Ὁ δὲ ἐνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς.

    [00387] Περὶ δυσµὰς δὲ τούτους προσῆγον, ἤτοι µεθ' ἡµέ ραν, αἰσχυνόµενοι, ἢ τοὺς Φαρισαίους φοβούµενοι, καὶ περὶ ἕτερα ἀσχολούµενοι, ἢ τάχα νοµίζοντες ἐξεῖναι θεραπεύειν Σαββάτῳ.

    [00388] Ἐπεσηµήνατο γὰρ ὁ εὐαγγελιστὴς, ὅτι ἦν διδάσκων αὐτοὺς ἐν Σαβ βάτῳ.

    [00389] ∆ιὰ τοῦτο περὶ δύσιν ἡλίου τοὺς κακῶς ἔχον τας προσέφερον οἱ προσήκοντες·

    [00390] ὁ δὲ αὐτοὺς ἐθερά πευσε.

    [00391] ΚΕΦ. Ζʹ.

    [00392] Στίχ. κβʹ.

    [00393] Ἱστορικῶς δέ·

    [00394] Μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνι θίου, πρῶτον τὰ ἱµάτια πλύνεται ὁ καθαρισθεὶς, εἶτα πᾶσαν τρίχα ξυρᾶται, καὶ ἐπὶ τούτοις λούεται ὕδατι, µεθ' ὃ ἐπιφέρεται τὸ, Καθαρὸς ἔσται.

    [00395] Εἴη δ' ἂν τὰ ἱµάτια πολιτεία µὴ πάντως κακῶς ὑφασµένη, ἐπεὶ κἂν ἀπέθετο ταῦτα.

    [00396] Τρίχα δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἰτοῦσι Σαµουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν µαθητῶν ἠριθµηµέ ναι.

    [00397] Τῶν γὰρ Ναζιραίων σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀνέβαινε.

    [00398] Πάνθ' ὅσα ἂν ποιῶσιν εὐοδούµενα πραττόντων, ὡς µηδὲ φύλλα αὐτῶν καρποφορούντων ἀποῤῥεῖν.

    [00399] Ἤδη δὲ ἀπὸ τοῦ σώµατος ὕδατι τὸν µο λυσµὸν ἀποτίθεται, τοῦ βαπτίσµατος ἐν τούτῳ δη λουµένου.

    [00400] Μετὰ δὲ τοῦτο τῆς µὲν παρεµβολῆς ἄξιος γίνεται, εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἴσεισιν ἕως ἡµε ρῶν ἑπτὰ, καὶ τοῦ πάλιν ξυρανθῆναι τὴν κεφαλήν.

    [00401] ∆ιὰ τὰ τῶν δογµάτων κεραιωδέστερα, καὶ τὴν γνῶσιν ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁµαρτήµατα·

    [00402] διὰ δὲ τῶν ὀφρύων, ἅπασαν οἴησιν.

    [00403] ∆ιὰ τί δὲ τοῦ λεπροῦ ἀκάλυπτον εἶναι τὴν κε φαλήν;

    [00404] Ἵνα γνώριµος ᾖ, καὶ µὴ µεταλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ πλάζοντες.

    [00405] Τὸ δὲ στόµα κεκα λύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, µέχρις ἂν ὑποστρέψας καθαρισθῇ.

    [00406] Κατὰ δέ τινας πάλιν, τὸν ὁλὸ λεπρὸν ὀνοµά σας, καθαρίζει·

    [00407] δεικνὺς, ὡς ὁ Θεὸς τὸ ποικίλον µι σεῖ.

    [00408] Σαφέστερον δὲ προϊὼν τοῦτο δηλοῖ ἐν τῷ·

    [00409] Τὸν ἀµπελῶνά σου οὐ κατασπερεῖς διάφορα.

    [00410] Καὶ ἱµάτιον ἐκ δύο ὑφασµένον.

    [00411] Καὶ τὰ κτήνη σου οὐ κατοχετεύσεις ἑτεροζύγῳ.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    12/71

  • [00412] Πανταχοῦ προτιµῶν τὴν ἁπλότητα, ἥτις ἐν τῷ ὁλολέπρῳ θεωρεῖται.

    [00413] ΚΕΦ. Ηʹ.

    [00414] Στίχ. ιʹ.

    [00415] Οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ' ἐπὶ λυχνίας, ἵνα οἱ εἰσπορευόµενοι βλέπωσι τὸ φῶς.

    [00416] Στίχ. ιζʹ.

    [00417] Οὐ γάρ ἐστι κρυπτὸν, ὃ οὐ φανερὸν γενήσεται·

    [00418] οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσε ται, καὶ εἰς φανερὸν ἔλθῃ.

    [00419] Στίχ. ιηʹ.

    [00420] Βλέπετε οὖν πῶς ἀκούετε.

    [00421] Ὃς γὰρ ἂν [17.336] ἔχῃ, δοθήσεται αὐτῷ·

    [00422] καὶ ὃς ἂν µὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ' αὐτοῦ.

    [00423] Ὅ γε µὴν βουλόµενος τὸν λύχνον ἐφαρµόζειν τοῖς πλειοτάτοις τῶν µαθητῶν τοῦ Ἰησοῦ δυσωπήσει ἡµᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρηµένων·

    [00424] Ὅτι ἐκεῖνος ἦν ὁ λύχνος, ὁ καιόµενος καὶ φαίνων.

    [00425] Ἀλλὰ ὁ λύχνος τοῦ σώµατός ἐστιν ὁ ὀφθαλµὸς, ἀνα φερόµενος ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν.

    [00426] Ἀλλὰ καὶ τό·

    [00427] Ἔστωσαν ὑµῶν οἱ λύχνοι καιόµενοι, πρὸς πάν τας εἴρηται τοὺς µαθητὰς τοῦ Ἰησοῦ.

    [00428] Οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικῇ κρύπτειν αὐτὸν, ἀλλ' ἐπιτιθέναι λυχνίᾳ·

    [00429] ἧς σύµβολον Μωσῆς ἀπέθετο ἐν τῇ σκηνῇ µαρτυρίου.

    [00430] Μοδίῳ µὲν γὰρ σιτοµετρή σθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίµου οἰκέτου οἱ σύν δουλοι·

    [00431] βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπι κειµένου τῇ λυχνίᾳ, ἤγουν τῇ Ἐκκλησίᾳ πάντων.

    [00432] Ἀλλ' οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑπο κάτω.

    [00433] Τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται τοῖς εἰσπο ρευοµένοις εἰς τὴν οἰκίαν·

    [00434] οἷς δεῖ τιθέναι τὸν λύχνον οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαµπρῷ, καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα καθ' ἣν κατεσκεύασεν αὐτὸν ὁ δηµι ουργὸς, λύχνου δεοµένου τῆς ἀπὸ τῶν προνοουµέ νων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ µετέχοντα τοῦ εἰπόντος·

    [00435] Ἐγὼ φῶς εἰς τὸν κόσµον ἐλήλυθα.

    [00436] Οἱ γὰρ καίοντες τὸν λύχνον, καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν ἵνα λάµπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, προ τρέψονται τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαµπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν.

    [00437] Στίχ. ληʹ.

    [00438] Ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων·

    [00439] Στίχ. λθʹ.

    [00440] Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ δι ηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός.

    [00441] Καὶ ἀπῆλθε, καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

    [00442] Πέµπει αὐτὸν εἰς τὸν οἶκον.

    [00443] Οὐ γὰρ τοσοῦτο µέ τρον εἶχεν ὁ ἀνὴρ, ἵνα πρὸς τὸ καθῆσθαι παρὰ τοὺς πόδας Ἰησοῦ ἱµατισµένος χωρήσῃ.

    [00444] Καὶ τῷ εἶναι σὺν αὐτῷ, τῶν ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυ ναµένων ἐκεῖ σωτηρίας, τὸν αὐτάρκως παρακαθί σαντα τοῖς ποσὶν αὐτοῦ ἀπολύσας, ἵνα διδάσκῃ ἃ ἐποίησεν αὐτῷ ὁ Θεός.

    [00445] Εἶεν δ' ἄν τινες τοῦ τοιούτου ἀκροασταὶ καὶ µαθηταὶ, πλείονα µὲν οὐ χωρήσαν τος ἐξ ὀλίγων ὧν εἴληφε κηρύσσοντος.

    [00446] Ἀναφέροις δ' ἂν τὸν λόγον καὶ ἐπὶ τὴν τοῦ ἀνθρώπου φύσιν, τοῦ ἔξω Ἰσραὴλ, δι' ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ πρὸς ὃν ἔξεισιν

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    13/71

  • ὁ Ἰησοῦς ἐπὶ τὴν γῆν.

    [00447] Ἱµάτιον δὲ, φησὶν, οὐκ ἐνεδιδύσκετο ὁ ἄνθρωπος.

    [00448] Οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχηµοσύνην.

    [00449] Καὶ ἐν οἰκίᾳ οὐκ ἔµενεν.

    [00450] Οὐ γὰρ ἦν, ὡς Ἰακὼβ, ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν.

    [00451] ∆ιὸ καὶ αὐτὸν τοῦτον ἀπέλυσε, λέγων·

    [00452] Ὑπόστρεφε εἰς τὸν οἶκόν σου.

    [00453] Καὶ ἐν τοῖς µνήµασιν ἔµενεν, οὐ µετὰ ζώντων, µετὰ νεκρῶν δέ.

    [00454] Ἦν δὲ, φησὶν, ἀγέλη χοίρων ἱκανῶν βοσκοµένων ἐν τῷ ὄρει.

    [00455] Μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει.

    [00456] Πῶς οὖν [17.337] µετὰ τοῦ κρηµνοῦ ὥρµησεν ἡ ἀγέλη;

    [00457] Μήποτε οὖν οἱ φιλήδονοι, καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ µνηµεῖα καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαι µόνων βόσκονται·

    [00458] ἀγαθότητι δὲ Ἰησοῦς τὴν τῶν δαι µόνων ἀφανίζει σὺν τοῖς χοίροις ἐν τῷ ὕδατι ἀγέλην, καὶ τῶν φιληδόνων καὶ φιλοσωµάτων κακῶν ἐµπο δίζει τῇ ἀναπνοῇ διὰ δαιµόνων τάχα, καὶ σωφρονεῖ ὁ τοιοῦτος;

    [00459] Εἴ τίς τε σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν·

    [00460] ἀλλ' ὁ ἀρχόµενος σωφρονεῖν παρὰ τοὺς πόδας αὐτοῦ ἐστιν.

    [00461] Στίχ. µηʹ.

    [00462] Εἶπε δὲ πρὸς τὴν γυναῖκα·

    [00463] Ἡ πίστις σου σέσωκέ σε.

    [00464] Πορεύου εἰς εἰρήνην.

    [00465] Ἡ µὲν οὖν πλειοτέρα ψυχὴ, καλῶς λατρεύσασα τῷ Λόγῳ τοῦ Θεοῦ, παῤῥησίαν ἔχει ἐπ' αὐτὴν τὴν κεφα λὴν ἐλθεῖν·

    [00466] κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός·

    [00467] ὥστε κα ταχέαι µύρον αὐτῆς, καὶ εὐωδίαν τῇ δόξῃ τοῦ Θεοῦ πεποιῆσθαι.

    [00468] ∆οξάζεται δὲ ὁ Θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων.

    [00469] Ἡ δὲ ἀτελεστέρα γυνὴ καὶ ψυχὴ παρὰ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἧς ἐγγύς ἐσµεν ἡµεῖς.

    [00470] Οὐδὲ γὰρ µετενοήσαµεν ἀπὸ τῶν ἁµαρτηµάτων ἡµῶν.

    [00471] Ποῦ ἡµῶν τὰ δάκρυα;

    [00472] ποῦ ὁ κλαυθµός;

    [00473] ἵνα κἂν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶµεν.

    [00474] Ἐπ' αὐτὴν γὰρ οὔπω δυνάµεθα φθάσαι τὴν κεφαλήν.

    [00475] Ἀγαπητὸν δὲ µετὰ τὰ ἁµαρτήµατα φέρειν µετανοίας εὐωδίαν, ἵνα τις δυνηθείη δευτέρως εἶναι ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ µὴ τὴν κεφαλήν·

    [00476] τουτέστιν ἡ µὴ ἁπτοµένη τῶν τελεωτέρων καὶ ὑψη λοτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων.

    [00477] Στίχ. νβʹ.

    [00478] Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐ τήν.

    [00479] Ὁ δὲ εἶπε·

    [00480] Μὴ κλαίετε·

    [00481] Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    14/71

  • [00482] Στίχ. νγʹ.

    [00483] Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπ έθανε.

    [00484] Πλὴν ἀλλὰ τοιαύτη µὲν ἡ τοῦ θαύµατος ἱστο ρία.

    [00485] Χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον.

    [00486] Οἱ µὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότε ροι θαυµαζέτωσαν τὰ µεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα·

    [00487] οἰκοδοµεῖ γὰρ καὶ σωµατικῶς νοούµενα·

    [00488] οἱ δὲ δυνά µενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυ πικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡµᾶς, εὐξάµενοι τῷ Θεῷ, αἰτήσωµεν λόγον τὸν σαφηνίζον τα καὶ ταῦτα.

    [00489] Πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουµένως ἄπεισιν, οὐ πρὸς τὴν αἱµοῤῥοοῦσαν·

    [00490] καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσα πρώτη αὐτὴ θερα πεύεται;

    [00491] ἦλθε γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ προηγουµένως εἰς τὴν Ἰουδαίων συναγωγὴν, καὶ εὗρεν αὐτὴν νο σοῦσαν καὶ ἀποθανοῦσαν.

    [00492] Τὰ γὰρ παραπτώµατα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν.

    [00493] Ἡ δὲ αἱµοῤῥοοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωµένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλ' ἀεὶ αἱµοῤῥοοῦσα καὶ νοσοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύσει τῷ Υἱῷ τοῦ Θεοῦ.

    [00494] Καὶ ἐκεῖ µὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ τοῦ κρασπέδου τοῦ ἱµατίου ἅψασθαι θέλει.

    [00495] Ὁ δὲ Λουκᾶς ὃ µὴ εἶπε Ματθαῖος προσέθηκεν, ὅτι δωδε καετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ, καὶ ἡ αἱ [17.340] µοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν αἱµοῤῥοοῦσα·

    [00496] οὐκοῦν ἅµα τῇ γενέσει ἐκείνῃ αὕτη αἱµοῤῥοεῖ.

    [00497] Ἐν ἀπαθείᾳ γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ συναγωγή·

    [00498] καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί.

    [00499] ∆ώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν αὕτη τοῦ πάθους πι στεύσασα θεραπεύεται, ἥτις οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι.

    [00500] Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι.

    [00501] Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλοµένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώµενοι.

    [00502] Ἀλλ' αὐτοὺς δαπανήσασα τὰ παρ' ἑαυτῆς πάντα, οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι.

    [00503] Ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη.

    [00504] Ἐὰν ἴδωµεν τὴν πίστιν ἡµῶν τὴν εἰς Ἰησοῦν Χριστὸν, καὶ νοήσωµεν πηλίκος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάµεθα αὐτοῦ, ὀψόµεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάµεθα.

    [00505] Τοῦτο τὸ κράσπεδον θεραπεύει ἡµᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησοῦ·

    [00506] Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, καὶ θεραπευ θῶµεν.

    [00507] Καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώ γου.

    [00508] Ὅταν γὰρ τὸ πλῆθος τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.

    [00509] ΚΕΦ. Θʹ.

    [00510] Στίχ. κζʹ.

    [00511] Λέγω δὲ ὑµῖν ἀληθῶς·

    [00512] Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ µὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.

    [00513] Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τινὲς ἀναφέρουσι, συναναβάντες εἰς τὸ ὑψηλὸν ὄρος Χριστῷ, οἳ καὶ θανάτου οὐκ ἐγεύσαντο, πρὸ τοῦ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐ τοῦ, ἤτοι ἐν τῇ δόξῃ τῆς µεταµορφώσεως αὐτοῦ.

    [00514] Εἰ δὲ χρή τι καὶ περιεργότερον εἰπεῖν περί τε τοῦ ἑστάναι µετὰ Ἰησοῦ, καὶ περὶ τοῦ γεύεσθαι θανάτου·

    [00515] ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισµένοι τῇ ψυχῇ παρ' αὐτῷ.

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    15/71

  • [00516] Ἦν αὐτοῖς ἡ στάσις συγγενὴς τῇ τοῦ Μωσῆ.

    [00517] Κἀγὼ γὰρ, φησὶν ὁ Μωϋσῆς, ἔστην ἐν τῷ ὄρει ἡµέρας τεσσαράκοντα καὶ νύκτας τεσσαρά κοντα, ἀξιωθεὶς ἀκοῦσαι·

    [00518] καὶ σὺ δὲ αὐτοῦ στῆθι µετ' ἐµοῦ.

    [00519] Ὀλίγοι δὲ καὶ φίλοι Θεοῦ, ὅσοι τὴν στάσιν ἐν τῷ καλῷ ἔχουσιν, ὡς ὁ Βαπτιστὴς αὐτὸς περὶ αὑτοῦ λέγει·

    [00520] Ὁ δὲ φίλος τοῦ νυµφίου ἑστὼς χαρᾷ χαί ρει.

    [00521] Καὶ οἱ ἑστηκότες γοῦν παρὰ τῷ Λόγῳ ἔχουσι κατὰ τὴν στάσιν διαφοράς.

    [00522] ∆ιὸ οὐ πάντες οἱ ἑστῶ τες παρὰ τῷ Σωτῆρι, ἀλλά τινες αὐτῶν, ὡς βέλτιον ἑστηκότες, οὐ γεύονται θανάτου, ἕως ἂν ἴδωσι τὸν ἀνθρώποις ἐπιδηµήσαντα Λόγον, καὶ διὰ τοῦτο Υἱὸν ἀνθρώπου χρηµατίζοντα, ἐρχόµενον ἐν τῇ αὑτοῦ βα σιλείᾳ.

    [00523] Οὐ γὰρ ἀεὶ ἐν τῇ αὑτοῦ βασιλείᾳ ἔρχεται, ὡς ἐπὶ τοῖς εἰσαγοµένοις, οἳ καὶ µὴ ἔχειν αὐτὸν εἶδος ἢ κάλλος λέξαιεν ἄν.

    [00524] Τοῖς δὲ τελείοις, κατὰ τὸν ∆αυῒδ, ὡραῖος φαίνεται κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

    [00525] Ἔστιν οὖν βασιλικώτατον ἀξίωµα τῷ Λόγῳ, βλεπόµενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἀκολουθεῖν αὐτῷ δυνηθεῖσιν, ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς φανερώσεως αὐτοῦ ὄρος·

    [00526] οὗ τις ἀξιοῦ [17.341] ται Πέτρος ὢν, καὶ τὸ ἄσειστον ἔχων ἐν τῇ πίστει·

    [00527] ἢ υἱοὶ ἰροτῶν, οἳ καὶ θανάτου οὐ γεύονται, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόµενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

    [00528] Ζωὴ δὲ ὁ Χριστός.

    [00529] Ὁ δὲ ταύτης ἐχθρὸς θάνατος, καὶ ὁ δι' ἁµαρτίας, ἢ ἑτέρως νοούµενος.

    [00530] Ὧν τὸ ἕτε ρον δι' ὧν ἕκαστος ἡµῶν πράττει ἐκλέγεται.

    [00531] Ὥσπερ οὖν ὁ Χριστὸς ἄρτος ἐστὶ ζῶν, οὕτως ὁ ἐχθρὸς αὐ τοῦ θάνατος ἄρτος ἐστὶ νεκρός.

    [00532] Πᾶσα δὲ λογικὴ ψυχὴ θατέρῳ τούτων τρέφεται·

    [00533] ἡ µὲν γευοµένη τού των µόνον, ἡ δὲ καὶ ἐπὶ πλεῖστον ἐσθίουσα.

    [00534] Καὶ τάχα οἱ µὲν σπανίως καὶ µικρὰ ἁµαρτάνοντες µόνον γεύονται θανάτου·

    [00535] οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλ' ἀεὶ ἄρτον τρέφονται ζῶντα.

    [00536] Πέ τρῳ οὖν, οὗ πύλαι µὴ κατίσχυσαν ᾅδου, ἀκόλουθον ἦν τούτου µὴ γεύεσθαι.

    [00537] Τότε γάρ τις γεύεται θανά του, ὅτε πύλαι ᾅδου κατισχύσουσιν αὐτοῦ.

    [00538] Ἀλλὰ καὶ τοῖς τῆς βροντῆς υἱοῖς, γεννηθεῖσιν ἀπὸ βροντῆς ἀν θρωπίνου χρήµατος, ἀδύνατον ἦν θανάτου γεύσασθαι, τοῦ σφόδρα πόῤῥω τῆς µητρὸς αὐτῶν βροντῆς.

    [00539] Τὸ δὲ, ἕως, ἐνταῦθα δηλοῖ τὸν κατεπείγοντα περὶ τοῦ δηλουµένου χρόνον, οὐ περιοριζόµενον, ὥστε γε νέσθαι µετὰ τὸ ἕως τὸ ἐν αὐτῷ τῷ δηλουµένῳ·

    [00540] ὡς τό·

    [00541] Καὶ ἰδοὺ ἐγὼ µεθ' ὑµῶν εἰµι ἕως τῆς συν τελείας τοῦ αἰῶνος.

    [00542] Οὐκ ἐγεύσαντο γοῦν οὐδ' οἱ ἀπόστολοι τοῦ προηρηµένου νοητοῦ θανάτου µετὰ τὸ ἰδεῖν τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν.

    [00543] Ἐπεὶ δὲ ἐν τοῖς Ψαλµοῖς εἴρηται·

    [00544] Τίς ἐστιν ἄνθρωπος ὃς ζήσει, καὶ οὐκ ὄψεται θάνατον;

    [00545] καὶ, Ἐλθέτω δὴ θάνατος ἐπ' αὐτούς·

    [00546] καὶ ἔν τινι τῶν προφητῶν·

    [00547] Κατέπιεν ὁ θάνατος ἰσχύσας·

    [00548] ἐν δὲ τῇ Ἀποκαλύψει·

    [00549] Ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ τισι·

    [00550] µήποτε ἔλαττον κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ µεῖζον τὸ γεύσασθαι αὐτοῦ, τού του δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον;

    Cooperatorum Veritatis Societas Excerpta ex "Documenta Catholica Omnia"

    16/71

  • [00551] καὶ οὐ µόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ' αὐτὸν, καὶ καταλαβεῖν ἐκεῖνον, ᾧ πρότερον ἠκολούθει;

    [00552] Τὸ δὲ καταποθῆναι ὑπὸ τοῦ θανάτου πάντων δοκεῖ µοι βαρύτερον εἶναι τῶν εἰρηµένων.

    [00553] Καὶ ἐπιστήσας τοῖς λεγοµένοις καὶ τῇ διαφορᾷ τῶν ἁµαρτανοµένων, οὐκ ὀκνήσεις, οἶµαι, παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ Θεοῦ Πνεύµατι.

    [00554] Τί δὲ δηλοῦται ἐν τῷ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόµενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐν τῇ δόξῃ αὐ τοῦ;

    [00555] καὶ τί σηµαίνει τὸ, Ἐληλυθυῖαν ἐν δυνάµει, παρὰ Μάρκου ῥηθέν;

    [00556] Τὰ εἴτε ἐκλαµπόµενα ταῖς καρ δίαις ἡµῶν, εἴτε ζητοῦσιν εὑρισκόµενα, εἴτε ὑποσιόντα τοὺς λογισµοὺς ἡµῶν, σαφέστερον ἐκθη σόµεθα.

    [00557] Ὁ θεωρῶν καὶ καταλαµβάνων τὴν τοῦ λόγου ὑπεροχὴν λύοντος καὶ διελέγχοντος πάσας τὰς ὑπὸ [17.344] τῶν ψευδῶν µὲν, ἐπαγγελλοµένων δὲ ἀλήθειαν πιθα νότητας, βλέπει τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόµενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ.

    [00558] Εἰ δὲ καὶ τὰ ἴδια τρανώτερον παραστήσαντα βλέπει, βλέποι ἂν αὐτοῦ πρὸς τὴν βασιλείαν καὶ τὴν δόξαν.

    [00559] Καὶ ὁ τοιοῦτός γε ἐν ἑαυτῷ βλέποι ἂν τὴν τοῦ Θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυ νάµει·

    [00560] καὶ τοῦτο βλέποι ἂν, ὡς οὐδαµῶς ἔτι ὑπὸ ἁµαρτίας βασιλευόµενος, τῆς βασιλευούσης ἐν θνητῷ σώµατι τῶν ἁµαρτανόντων, ἀλλ' ἀεὶ τεταγµένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων Θεῷ·

    [00561] οὗ ἡ βασιλεία δυνάµει µὲν ἐντὸς ἡµῶν ἐστιν, ἐνεργείᾳ δὲ, ὡς ὠνόµασεν ὁ Μάρ κος, ἐντὸς τῶν τελείων µόνον.

    [00562] Στίχ. κηʹ.

    [00563] Ἐγένετο δὲ µετὰ τοὺς λόγους τούτους, ὡς ἡµέραι ὀκτώ·

    [00564] καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.

    [00565] Στίχ. κθʹ.

    [00566] Καὶ ἐγένετο, ἐν τῷ προσεύξασθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱµατισµὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.

    [00567] Στίχ. λʹ.

    [00568] Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ἡλίας.

    [00569] Στίχ. λαʹ.

    [00570] Οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔµελλε πληροῦν ἐν Ἱερουσαλήµ.

    [00571] Ἀλλὰ τοιοῦτον µὲν τὸ πρᾶγµα καὶ θαῦµα, τὸ τῆς µεταµορφώσεως.

    [00572] Εἰ δὲ χρὴ ἐπαναβεβηκότα λόγον εἰ πεῖν, οὐ µάτην µεθ' ἓξ ἡµέρας ὁ Μάρκος καὶ ὁ Ματ θαῖός φη�