Click here to load reader

Chronicon (sub nomine Leonis Grammatici vel Theodosii ... Metaphrastes_PG... Chronicon (sub nomine Leonis Grammatici vel Theodosii Melisseni vel Julii Pollucis) (redactio A + B operis

  • View
    6

  • Download
    0

Embed Size (px)

Text of Chronicon (sub nomine Leonis Grammatici vel Theodosii ... Metaphrastes_PG... Chronicon (sub nomine...

  • Chronicon (sub nomine Leonis Grammatici vel Theodosii Melisseni vel Julii Pollucis) (redactio A + B operis sub titulo Epitome fort. sub auctore

    Trajano Patricio)

    ΛΕΟΝΤΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ ΧΡΟΝΟΓΡΑΦΙΑ ΛΕΙΠΕΙ ΤΑ ΙΞ ΑΡΧΗΣ ΤΗΣ ΙΣΤΟΡΙΑΣ ΤΑΥΤΗΣ.

    .... Τοίνυν ἐκ τῶν εἰρημένων ἐννοεῖν ὅτι ἠδύνατο ὁ ἄνθρωπος καὶ μετὰ τὴν παράβασιν εἰς αἰῶνας ζῆν, εἰ ἐγεύσατο τοῦ τῆς ζωῆς ξύλου· διὸ ἵνα μὴ κακὸν ἀθάνατον ᾖ ὁ ἄνθρωπος, τοῦ παραδείσου ἐξοστρακίζεται, ὅπως μὴ γεύσηται τοῦ τῆς ζωῆς ξύλου καὶ ἀθάνατος διαμείνῃ. θνητὸν δὲ αὐτὸν ἀπεφήνατο ὁ θεὸς νεκρότητι περιβαλών· τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες σημαίνουσιν, ἀπὸ τοῦ λόγου τῆς τῶν ζώων νεκρώσεως, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς δέσεως ἡ ἁμαρτία πᾶσα αὐτόπρεμνος διαφθαρῇ. 4 Εἴρηται δὲ ὑπὸ τοῦ θεοῦ τὸ "ἰδοῦ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν" οὐχ ὡς προκόψαντος αὐτοῦ διὰ τῆς ἀπειθείας ἐπὶ τὴν τῆς ἀρετῆς τε καὶ κακίας γνῶσιν, ἀλλ' ὡς τοιούτου ἐξ ἀρχῆς πλασθέντος. φθάσασα γὰρ εἶπεν ἡ γραφὴ ὅτι ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ὁ δὲ πλασθεὶς κατ' εἰκόνα θεοῦ δῆλον ὡς προκαταβεβλημένην εἶχεν ἐν τῇ φύσει τὴν γνῶσιν τοῦ καλοῦ τε καὶ τοῦ πονηροῦ. διὸ ἵνα μὴ τῇ αὐτεξουσιότητι κεχρημένος μεταλάβῃ τοῦ τῆς ζωῆς ξύλου καὶ γένηται κακὸς ἀθάνατος, ἐξεβλήθη σὺν τῇ Ἔυᾳ εἰς τὴν γῆν τῆς κτίσεως αὐτοῦ. τί γὰρ μετὰ ταῦτα πάντα ἡ θεία γραφή; "καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη· καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τῆς τρυφῆς τοῦ παραδείσου, καὶ ἔταξε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς." Μετὰ τὸ ἐκβληθῆναι τὸν ἄνθρωπον ἔξω τοῦ μακαρίου χωρίου ἀκαταμάχητοι φρουροὶ καὶ λίαν ὑπέροπτοι φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς ἐτάχθησαν, ὡς μηδένα τοῦ λοιποῦ ἰσχύειν παρελθεῖν ποσὶ βεβήλοις εἰς ἐκεῖνον τὸν τόπον. καὶ γὰρ μάχαιρα φλογίνη ἐτέθη ἐκεῖ ἐπὶ τῷ τὸν πλησιάζοντα, ἐξ ὕλης ὑπάρχοντα, πυρὶ φλεγόμενον ἀναλίσκεσθαι παραυτὰ καὶ ἀπόλλυσθαι. στρέφεται δὲ ἡ ῥομφαία, ἵνα ἐν τῇ πα5 λιγγενεσίᾳ, ὅτε καὶ ὁ ἄνθρωπος αὖθις οἰκήτωρ γένηται τοῦ παραδείσου, τοὺς μὲν δικαίους φωτίσῃ παρερχομένους ἐπὶ τὸν θεῖον τῆς ἀθανασίας χῶρον, τοὺς δὲ ἀδίκους, εἴ γε προσεγγίσαιεν, καταφλέξῃ. αὐτόματα δὲ πάντα ἡ γῆ ἔφερε πρὸ τῆς παραβάσεως τοῦ Ἀδάμ, καὶ μετὰ τοῦτο μηδὲν φέρειν χωρὶς πόνου ἐκελεύσθη. Ἐξελθὼν τοίνυν ὁ Ἀδὰμ σὺν τῇ Ἔυᾳ ἐκ τοῦ παραδείσου καὶ συνελθὼν αὐτῇ ἐγέννησε τὸν Κάϊν, εἶτα μετ' αὐτὸν τὸν Ἄβελ. ἦν δὲ Κάϊν μὲν γεωργὸς γῆς, ποιμὴν δὲ προβάτων Ἄβελ. τοῦ δὲ Ἄβελ ἐκ τῶν πρωτοτόκων προβάτων δῶρα θύσαντος τῷ θεῷ, καὶ τοῦ θεοῦ δεξαμένου, καὶ τοῦ Κάϊν οὐκ ἐκ τῶν πρωτογενημάτων ἀλλὰ μετὰ τὴν ἰδίαν καὶ κοινὴν τῶν καρπῶν ἀπόχρησιν θεῷ προσκομίσαντος, καὶ τοῦ θεοῦ μὴ δεξαμένου, οὐ μόνον ταῦτα ἀλλὰ καὶ ὅσα ἐφεξῆς ἐκ τῆς Λεπτῆς Γενέσεως ἔχουσι τὰ Μακρὰ ἐπὶ κακίᾳ τοῦ Κάϊν (τοῦτο δὲ ἐγένετο φανερὸν διὰ τοῦ ἐξαποσταλέντος οὐρανόθεν πυρὸς εἰς τὴν τῶν προσενεχθέντων ἐξανάλωσιν), ἐζήλωσεν ὁ Κάϊν τὸν Ἄβελ. ζητητέον ἐν πρώτοις διὰ τί τοῦ Κάϊν οὐ προσήκατο τὴν προσφοράν. λύει τοίνυν τὸ ἀπορούμενον αὐτὴ ἡ γραφὴ φήσασα "καὶ ἐγένετο μεθ' ἡμέρας, προσήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς," ὥστε διὰ τοῦτο ἐλέγχεσθαι τὸν Κάϊν ὅτι μὴ τὰ ἀκροθίνια τῶν γενημάτων μήτε τὰ πρωτογενήματα προσήνεγκε τῶν καρπῶν τῷ θεῷ, ἀλλὰ ταῦτα μὲν 6 ἑαυτῷ, θεὸν δὲ ἀσεβῶς τοῖς δευτέροις ἐτίμα. ἔπειτα διὰ τί τὴν μὲν ἐκ θυμάτων τοῦ Ἄβελ προσφορὰν δῶρα ἡ γραφὴ προσαγορεύει, τὰ δὲ τῶν  

    Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

    Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

     

    Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. 1

  • καρπῶν τοῦ Κάϊν δῶρα θυσίαν ὀνομάζει; ἔστι πάλιν εἰς τὸ ζητούμενον εἰπεῖν, ὀρθῷ χρησάμενοι στοχασμῷ. δῶρον ἡ τοῦ Ἄβελ ὠνομάσθη θυσία, ἐπειδὴ τοὺς δωρουμένους μιμησάμενος θεῷ προσκομίζει τὸ θῦμα· ὃν γὰρ τρόπον οἱ δωρούμενοι πρὸς ἀρέσκειαν τῶν κομιζομένων καὶ τὸ μάλιστα κάλλιστον ἐπιλέγονται, καὶ πᾶν ὁλόκληρον καὶ μηδὲν ἐξ αὐτοῦ τὸ σύνολον ἀποτεμόμενοι προσκομίζουσι τοῖς φίλοις τὸ δῶρον, οὕτως καὶ ὁ Ἄβελ τῶν ζώων θύει τὰ πρωτότοκα καὶ τῶν κρεῶν προσφέρει τὰ πιότατα. ἔοικε γὰρ ἐπιδιαιρεῖν ὁ θύων, καὶ τὸ μὲν αἷμα τῷ θυσιαστηρίῳ προσχέειν, τὰ δὲ κρέα οἴκαδε ἀποκομίζειν, ὁ δὲ δωρούμενος πᾶν τῷ λαμβάνοντι παραχωρεῖ τὸ δῶρον. οὕτως οἶμαι τὰ πρωτότοκα καθιεροῦντα τὸν Ἄβελ φιλόθεον μᾶλλον ἢ φίλαυτον τὴν ἑαυτοῦ συνίστησι προαίρεσιν· ἑαυτῷ δὲ ὁ Κάϊν ἀπονέμων τὰ γενήματα, καὶ τῶν δευτεριῶν ἀσεβῶς τὸν θεὸν ἀξιῶν, τῷ καὶ μεθ' ἡμέρας ἀλλὰ μὴ εὐθέως προσενεγκεῖν φίλαυτος μᾶλλον ἢ φιλόθεος ἐξελέγχεται, καὶ αὐτὸς μὲν εἰκότως προσκρούει, τὸ δὲ δῶρον ὡς ἀδόκιμον αὐτῷ προσρίπτεται. Ὁ Κάϊν πρῶτος ἄροτρον ἐπενόησε καὶ πλεονεξίαν, Ἄβελ 7 δὲ δικαιοσύνης ἐπεμελεῖτο. κτείνας δὲ τὸν Ἄβελ ὁ Κάϊν ἔκρυψε τὸν νεκρόν, λαθεῖν ἐντεῦθεν οἰόμενος· βοῶντος δὲ πρὸς τὸν θεὸν τοῦ αἵματος ἐπακούει ὁ θεός· δικαίων γὰρ ἐπακούει, κἂν τελευτήσαντες ὦσιν, ἀδίκων δὲ καὶ αὐτὰς ἀποστρέφεται τὰς εὐχάς. τοὺς μὲν γὰρ καὶ τεθνεῶτας νενόμικε ζῆν, τ

Search related